Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.160 Dem. 23.162 (English) >>Dem. 23.165

23.161καλά γʼ, οὐ γάρ; ἄνδρες Ἀθηναῖοι, τὰ γεγραμμένα καὶ χάριτος πολλῆς ἄξια, εἴ γʼ ἦν ἀληθῆ. νῦν δέ, ὅτε μὲν τῶν σπονδῶν οὐκ ᾤετο τεύξεσθαι, ταῦτʼ ἔγραφʼ ἐξαπατῶν· ἐπειδὴ δʼ ἔτυχεν, λέγʼ οἷʼ ἐποίησεν.Ἐπιστολή

οὐκοῦν τοῦ κομιεῖσθαι τἀπολωλότα χωρίʼ ὑποσχομένου Χαριδήμου διαβάντος φησὶν ἄρχων Κριθώτης περὶ τῶν ὑπαρχόντων γεγενῆσθαι μείζους τῶν πρότερον τοὺς κινδύνους. λέγʼ ἐξ ἑτέρας ἐπιστολῆς ἐπιδείξας.Ἐπιστολή

λέγʼ ἐξ ἑτέρας.Ἐπιστολή

23.162ὁρᾶθʼ ὅτι πανταχόθεν τὸ πρᾶγμα μαρτυρεῖται, ὅτι διαβὰς οὐκ ἐπὶ τὸν Κότυν, ἀλλʼ ἐφʼ ἡμᾶς μετʼ ἐκείνου ἐπορεύετο. ἔτι τοίνυν ταύτην μόνην ἀνάγνωθί μοι τὴν ἐπιστολήν, τὰς δʼ ἄλλας ἔα· δῆλον γάρ που ὑμῖν γέγονʼ ὡς πεφενάκικεν ὑμᾶς. λέγε.Ἐπιστολή

ἐπίσχες. ἐνθυμεῖσθʼ ὅτι γράψας μὲν ὡς ἀποδώσει Χερρόνησον, τὰ λοίπʼ ἀφελέσθαι μισθώσας αὑτὸν τοῖς ὑμετέροις ἐχθροῖς ἐπεχείρει, γράψας δʼ ὡς Ἀλεξάνδρου πρεσβευσαμένου πρὸς αὐτὸν οὐ προσεδέξατο, τοῖς λῃσταῖς φαίνεται τοῖς παρʼ ἐκείνου ταὐτὰ πράττων. εὔνους γʼ, οὐ γάρ; ἁπλῶς ὑμῖν, καὶ οὐδὲν ἂν ἐπιστείλας ψεῦδος οὐδʼ ἐξαπατήσας.

23.163οὐ τοίνυν ἐκ τούτων πω δῆλόν ἐσθʼ, οὕτω σαφῶς δῆλον ὄν, ὡς οὐδὲν πιστόν ἐσθʼ ὧν ἐκεῖνός φησιν προσποιεῖται τῇ πόλει προσέχειν, ἀλλʼ ἐκ τῶν μετὰ ταῦτα συμβάντων ἔσται φανερώτερον. τὸν μὲν γὰρ Κότυν, εὖ ποιῶν, ὄντα γʼ ἐχθρὸν ὑμῖν καὶ πονηρὸν ἀποκτίννυσιν Πύθων, δὲ Κερσοβλέπτης νυνὶ βασιλεύων μειρακύλλιον ἦν καὶ πάντες οἱ τοῦ Κότυος παῖδες, τῶν δὲ πραγμάτων κύριος διὰ τὴν παρουσίαν καὶ τὸ δύναμιν ἔχειν Χαρίδημος ἐγεγόνει, ἧκε δὲ Κηφισόδοτος στρατηγῶν, πρὸς ὃν αὐτὸς ἔπεμψε τὴν ἐπιστολὴν ἐκείνην, καὶ αἱ τριήρεις, αἵ, ὅτʼ ἦν ἄδηλα τὰ τῆς σωτηρίας αὐτῷ, καὶ μὴ συγχωροῦντος Ἀρταβάζου σῴζειν ἔμελλον αὐτόν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.160 Dem. 23.162 (English) >>Dem. 23.165

Powered by PhiloLogic